Odyssee

Odyssee XX

αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθεκώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷκεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκεςἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναιὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσαἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·τέτλαθι δή, κραδίη· … (Bron: Perseus Digital Library)

Odyssee XXIV